Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 9.65 Dem. 9.69 (English) >>Dem. 9.72

9.67μωρία καὶ κακία τὰ τοιαῦτʼ ἐλπίζειν, καὶ κακῶς βουλευομένους καὶ μηδὲν ὧν προσήκει ποιεῖν ἐθέλοντας, ἀλλὰ τῶν ὑπὲρ τῶν ἐχθρῶν λεγόντων ἀκροωμένους, τηλικαύτην ἡγεῖσθαι πόλιν οἰκεῖν τὸ μέγεθος ὥστε <μηδέν>, μηδʼ ἂν ὁτιοῦν , δεινὸν πείσεσθαι. 9.68καὶ μὴν ἐκεῖνό γʼ αἰσχρόν, ὕστερόν ποτʼ εἰπεῖντίς γὰρ ἂν ᾠήθη ταῦτα γενέσθαι; νὴ τὸν Δίʼ, ἔδει γὰρ τὸ καὶ τὸ ποιῆσαι καὶ τὸ μὴ ποιῆσαι.” πόλλʼ ἂν εἰπεῖν ἔχοιεν Ὀλύνθιοι νῦν, τότʼ εἰ προείδοντο, οὐκ ἂν ἀπώλοντο· πόλλʼ ἂν Ὠρεῖται, πολλὰ Φωκεῖς, πολλὰ τῶν ἀπολωλότων ἕκαστοι. 9.69ἀλλὰ τί τούτων ὄφελος αὐτοῖς; ἕως ἂν σῴζηται τὸ σκάφος, ἄν τε μεῖζον ἄν τʼ ἔλαττον , τότε χρὴ καὶ ναύτην καὶ κυβερνήτην καὶ πάντʼ ἄνδρʼ ἑξῆς προθύμους εἶναι, καὶ ὅπως μήθʼ ἑκὼν μήτʼ ἄκων μηδεὶς ἀνατρέψει, τοῦτο σκοπεῖσθαι· ἐπειδὰν δʼ θάλαττα ὑπέρσχῃ, μάταιος σπουδή. 9.70καὶ ἡμεῖς τοίνυν, ἄνδρες Ἀθηναῖοι, ἕως ἐσμὲν σῷοι, πόλιν μεγίστην ἔχοντες, ἀφορμὰς πλείστας, ἀξίωμα κάλλιστον, τί ποιῶμεν; πάλαι τις ἡδέως ἂν ἴσως ἐρωτήσας κάθηται. ἐγὼ νὴ Δίʼ ἐρῶ, καὶ γράψω δέ, ὥστʼ ἂν βούλησθε χειροτονήσετε. αὐτοὶ πρῶτον ἀμυνόμενοι καὶ παρασκευαζόμενοι, τριήρεσι καὶ χρήμασι καὶ στρατιώταις λέγω· καὶ γὰρ ἂν ἅπαντες δήπου δουλεύειν συγχωρήσωσιν οἱ ἄλλοι, ἡμῖν γʼ ὑπὲρ τῆς ἐλευθερίας ἀγωνιστέον·


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 9.65 Dem. 9.69 (English) >>Dem. 9.72

Powered by PhiloLogic